Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.306 Joseph. AJ 19.311 (English) >>Joseph. AJ 19.317

19.309κἀμοῦ καὶ τοῦ τιμιωτάτου μοι βασιλέως Ἀγρίππου οὐδενὸς μᾶλλον προνοουμένων, ἵνα μὴ ἀφορμῆς δραξάμενοι τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ. 19.310ἵνα δὲ γνωριμώτερον , τί καὶ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι δοκεῖ, τότε καὶ ἐπὶ τοῦ βήματος ἀνέγνω τιμιώτατός μοι βασιλεὺς Ἀγρίππας δικαιολογησάμενος περὶ τοῦ μὴ δεῖν αὐτοὺς ἀφαιρεθῆναι τῆς τοῦ Σεβαστοῦ δωρεᾶς. 19.311εἴς τε οὖν τὸ λοιπὸν παραγγέλλω μηδεμίαν πρόφασιν στάσεως μηδὲ ταραχῆς ζητεῖν, ἀλλʼ ἑκάστους τὰ ἴδια ἔθη θρησκεύειν.” 19.312

Πετρώνιος μὲν οὖν οὕτω προυνόησε διορθώσεως μὲν τὸ παρανομηθὲν ἤδη τυχεῖν, γενέσθαι δὲ παραπλήσιον μηδὲν εἰς αὐτούς. 19.313Ἀγρίππας δὲ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπʼ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δʼ οὖν ταῦτα λέγων· 19.314σοὶ μέν, βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ μοι γέρας δίδωσιν σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον νῦν ἀπολήψομαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.306 Joseph. AJ 19.311 (English) >>Joseph. AJ 19.317

Powered by PhiloLogic